Учение Оригена о Св. Троице

5.1. 7; 1, 103. πῶς οὖν νοῦν γεννᾶ; ἢ ὅτι  τῆ ἐπιστροφῆ πρὸς αὑτὸ ἑώρα· ἡ δὲ ὄρασις αὕτη νοῦς. Это обращение к самому себе и самосозерцание противоречит тому, что Плотин говорит о невозможности самосознания в едином, и можно было бы думать, что не единое, а ум обращается к самому себе; но истолковать эти слова в таком смысле не позволяет след. место: 5. 1. 6; 1, 101. παντὶ тῶ κινουμένω δεῖ τι εἶναι, πρὸς ὃ κινεῖται-  μὴ  ὄντος δὲ ἐκείνω μηδενὸς  μὴ  τιθώμεθα αὐτὸ κινεῖσθαι,  ἀλλ' εἴ τι μετ' αὐτὸ γίνεται, ἐπιστραφέντος ἀεὶ ἐκείνου πρὸς αὐτὸ ἀναγκαῖόν  ἐστι  γεγονέναι... τὸ  γινόμενον ἐκεῖθεν οὐ κινηθέντος φατέον γίνεσθαι- εἰ γὰρ κινηθέντος αὐτοῦ τι γίνοιτο, τρίτον ἀπ' ἐκείνου τὸ  γινόμενον μετὰ τὴν κίνησιν ἄν γίνοιτο καὶ  οὐ δεύτερον, δεῖ όύ,ν ακινήτου ὄντος, εἰ τι δεύτερον μετ' αὐτό, οὐ προσνεύσαντος οὐδὲ βουληθέντος οὐδὲ ὅλως κινηθέντος ὑποστῆναι αὐτό.

125

5. 6. 5; 1, 198. ἐπειδὴ ὑπέστη τὸ   ἀγαθὸν  καὶ γενόμενον ἐκίνησε πρὸς αὐτό, τὸ  δ' ἐκινήθη τε καὶ  εἶδε. καὶ τοῦτ'  ἐστι  νοεῖν, κίνησις πρὸς  ἀγαθὸν  ἐφιεμένου ἐκείνου, ἡ γὰρ ἔφεσις τὴν νόησιν ἐγέννησε καὶ  συνὑπέστησεν αύτῆ ἔφεσις γὰρ ὄψεως ὄρασις. 6. 7. 16; 2, 117. ἆρα, ὅτε ἑώρα πρὸς τὸ   ἀγαθὸν , ἐνόει ὡς πολλά τὸ  ἓν  ἐκεῖνο καὶ  ἓν  ὂν αὐτὸς ἐνόει αὐτὸ πολλά μερίζων αὐτὸ παρ' αύτώ τῷ νοεῖν  μὴ  ὅλον ὁμοῦ δύνασθαι;  ἀλλ' οὔπω νοῦς ἦν ἐκεῖνο βλέπων,  ἀλλ' ἔβλεπεν ἀνοήτως. ἢ φατέον ὡς οὐδ' ἑώρα πώποτε,  ἀλλ' ἐζη μὲν πρὸς αὐτὸ καὶ άνήρτητο αὐτοῦ καὶ  ἐπέστραπτο πρὸς αὐτό, ἡ δὲ κίνησις αὕτη πληρωθεῖσα... ἐπλήρωσεν αὐτόν... ἑξῆς δὲ πάντα έγένετο καὶ  ἔγνω τοῦτο ἐν  συναισθήσει αὐτοῦ καὶ νοῦς ἤδη ἦν, πληρωθείς μέν, ἵν' ἔχη, άορίστως, έξήλθε δέ άλλο λαβοϋσα έν αυτή αύτό πολύ ποιήσασα... ούτος δέ πολύς έξ ένός έγένετο καί ούτως γνούς είδεν αύτό καί τότε έγένετο ίδοϋσα οψις. τούτο δέ ήδη νοϋς, δτε έχει καί ώς νοϋς έχει· προ δέ τούτου εφεσις μόνον καί άτύπωτος οψις... προ γάρ τούτου ού νόησις ήν τό νοητόν ούκ έχων ούδέ νοϋς οϋπω νοήσας. 5. 2. 1; 1, 109. τό δέ γενόμενον εις αύτό έπεστράφη καί έπληρώθη καί έγένετο πρός αύτό βλέπων καί νοϋς ούτως, καί ή μέν πρός εκείνο στάσις αύτοϋ τό δν έποίησεν, ή δέ πρός αύτό θέα τον νοϋν. έπεί ούν έστη πρός αύτό, ινα ϊδη, όμού νοϋς γίνεται καί ον.

126

3. 8. 8; 1, 342. ἓν οὐν ὄν τὰ δύο πῶς αὖ πολλά τοῦτο τὸ  έν; ἢ ὄτι  οὐχ ἓν θεωρεῖ, ἐπεὶ καὶ, ὅταν τὸ  ἓν θεωρῆ, οὐχ ὡς ἔν· εἰ δὲ  μὴ , οὐ γίνεται νοῦς. ἀλλὰ ἀρξάμενος ὡς ἓν οὐχ ὡς ἤρξατο ἔμεινεν,  ἀλλ' ἔλαθεν ἑαυτὸν πολὺς γενόμενος, οἶον βεβαρημένος, καὶ  ἐξείλιξεν αὐτόν πάντα ἔχειν ἐθέλων, εἰ καὶ  βέλτιον ἦν αὐτῷ  μὴ  ἐθελῆσαι τοῦτο, δεύτερον γὰρ ἐγένετοοἶον κύκλος ἐξελίξας αὐτόν γέγονε καὶ  σχῆμα... καὶ  περιφέρεια καὶ  κέντρον. 6. 9. 5; 1, 85. οὐ διαρτήσας ἑαυτὸν τῷ πλησίον μετὰ τὸ  ἓν εἶναι, ἀποστῆναι δὲ πως τοῦ  ἑνὸς τολμὴσας.

127

5.2. 1. См. выше.

128

5. 3. 11; 2, 366. γενόμενος καὶ νοῦς καὶ οὐσία καὶ νόησις, ὅτε ἐνόησε. 5.6. 1; 1, 195. 196. τὸ νοοῦν δεῖ ἓν καὶ δύο εἶναι... ἐξ ἑνός ἐστι δύο, ὄτι νοεῖ ποιοῦν αὐτὸ δύο, μᾶλλον δὲ ὄν, ὄτι νοεῖ, δύο καί, ὄτι αὐτό, ἔν. 5. 1.4; 1, 99. δύο ὄντα τοῦτο τὸ ἓν ὁμοῦ νοῦς καί ὄν καί νοοῦν καὶ νοούμενον, ὁ μὲν νοῦς κατὰ τὸ νοεῖν, τὸ δὲ ὄν κατὰ τὸ νοούμενον. οὐ γὰρ ἂν γένοιτο τὸ νοεῖν ἐτερότητος μὴ οὔσης καὶ ταυτότητος δέ. γίνεται οὖν τὰ πρώτα νοῦς, ὄν, ἑτερότης, ταυτότης· δεῖ δὲ καὶ κίνησιν λαβεῖν καὶ στάσιν. καὶ κίνησιν μέν, εἰ νοεῖ, στάσιν δέ, ἵνα τὸ αὐτό. τὴν δὲ ετερότητα,ἵν' ἦ νοοῦν καὶ νοούμενον. 5. 3. 10; 2, 365. ὅταν δὲ πᾶσαν στάσιν, οὐ νοήσει, δεῖ τοίνυν τὸ νοοῦν, ὅταν νοῆ, ἐν δυσίν εἶναι καὶ ἢ ἔξω θάτερον ἢ ἐν τῷ αὐτῷ ἄμφω καὶ ἀεὶ ἐν ἑτερότητι τὴν νόησιν εἶναι, καὶ ἐν ταυτότητι δὲ ἐξ ἀνάγκης· καὶ εἶναι τὰ κυρίως νοούμενα πρὸς τὸν νοῦν καὶ τὰ αὐτὰ καὶ ἔτερα... ἢ τί νοήσει, ὃ μὴ ἔχει ἄλλο καὶ άλλο;