Учение Оригена о Св. Троице
5. 6. 1; 1, 195. ἄλλο τὸ νοοῦν, ἄλλο τὸ νοούμενον. 6. 7. 41; 2, 145. οὐδ' ἐστι δύο, μᾶλλον δὲ πλείω, αύτός, ἡ νόησις· οὐ γὰρ δὴ ἡ νόησις αυτόςδεῖ δὲ τρίτον καὶ τὸ νοούμενον εἶναι.
111
6. 7. 38; 2, 141. ὁ δὲ αὑτὸν νοῶν ὄτι ἀγαθὸν πάντως νοήσει τὸ «έγώ εἰμι τὸ ἀγαθὸν» εἰ δὲ μὴ , άγαθόν μέν νοήσει, οὐ παρἓσται δὲ αὐτῷ τὸ ὄτι αὐτὸς ἐστι τοῦτο νοεῖν. δεῖ οὖν τὴν νόησιν εἶναι, ὄτι ἀγαθὸν είμι.
112
6. 7. 39; 2, 141. ἢ οὐδὲν ἄλλο πάρεστιν αὐτῷ, ἀλλ' ἀπλῆ τις ἐπιβολὴ αὐτῷ πρὸς αὐτὸ ἓσται. ἀλλ' οὐκ ὄντος οἷον διαστήματός τινος οὐδὲ διαφορᾶς πρὸς αυτό, τὸ επιβάλλον ἑαυτῶ τί ἂν εἴη ή αυτό;.
113
6.9.6; 1, 87. οὐ τοίνυν, ὄτι μὴ γινώσκει μηδὲ νοεῖ ἑαυτὸν, ἄγνοια περὶ αὐτόν ἓσται· ἢ γὰρ ἄγνοια ἑτέρου ὄντος γίνεται, ὅταν θάτερον ἀγνοῆ θάτεροντὸ δὲ μόνον οὔτε γινώσκει οὔτε τι ἔχει ὃ αγνοεῖ, ἐν δὲ ὄν συνὸν αὐτῷ οὐ δεῖται νοήσεως ἑαυτοῦ.
114
6. 7. 41; 2, 145. ὁ δ'ὀφθαλμὸς τί ἂν δέοιτο τὸ ὂν ὁρᾶν φῶς αὐτὸς ὤν;
115
6.9.6; 1, 87. οὐ γὰρ κατὰ τὸ νοοῦν δεῖ τάττειν αὐτόν, ἀλλὰ μᾶλλον κατὰ τὴν νόησιν. νόησις δὲ οὐ νοεῖ, ἀλλ' αἰτία τοῦ νοεῖν ἄλλω.
116
6. 7. 16; 2, 117. ὥσπερ δὲ ὁ ἥλιος τοῦ ὀρᾶσθαι τοῖς αἰσθητοῖς καὶ τοῦ γίνεσθαι αἴτιος ὢν αἴτιος πως καὶ τῆς ὄψεώς ἐστιν οὔκουν οὔτε ὄψις οὔτε τὰ γινόμενα, οὔτω καὶ ἡ τοῦ ἀγαθοῦ φύσις αἰτία οὐσίας καὶ νοῦ οὖσα... οὔτε τὰ ὄντα οὔτε νοῦς ἐστιν...
117
6. 8. 6; 2, 154. ἡ δὲ βούλησις ἡ νόησις, βούλησις δ' ελέχθη ὄτι κατὰ νοῦν.
118
6. 8. 8; 2, 156. ἡμεῖς δὲ θεωροῦμεν οὐ συμβεβηκὸς τὸ αὐτεξούσιον ἐκείνω. cfr. n. 7; 2, 155. ἐπεὶ καὶ τὸ κατὰ τύχην λέγειν αὐτὸ εἶναι οὐκ ὀρθόν... εἴ τις ἀξιοῖ τότε εἶναι τὸ ελεύθερον, ὅταν παρά φύσιν ποιῆ.
119
5. 5. 12; 2, 31. οὐ δεηθεὶς οὗτος τῶν ἐξ αὐτοῦ γενομένων... ἐπεὶ οὐδ' ἂν ἑμέλησεν αὐτώ μὴ γενομένου· ἐπεὶ οὐδ', εἰ ἄλλω δυνατὸν ἦν γενέσθαι ἐξ αὐτοῦ, ἐφθόνησεν ἄν.
120
5. 4. 1; 1,71. πῶς ἄν οὖν τὸ τελεότατον καὶ τὸ πρῶτον ἀγαθὸν ἐν αὑτῷ σταίη ὥσπερ φθονῆσαν ἑαυτοῦ ἢ άδυνατήσαν, ἡ πάντων δύναμις;
121
5. 2. 1; 1, 109. ὄν γὰρ τέλειον τω μηδὲν ξητεῖν μηδὲ δεῖσθαι οἶον ὑπερεῤῥύη καὶ τὸ υπερπλῆρες αὐτοῦ πεποίηκεν ἄλλο.